Σελίδες

Πέμπτη 23 Ιουνίου 2016

Ἀποθνῄσκει ὁ τελευταῖος Ἴνδιος Ἄρχων Πολέμου

Picture Πολλάκις κινηματογραφικὰ ἔργα πάντες εἴδομεν ἐν οἷς ἐξείη τοὺς τῆς Ἀμερικῆς ἐπιχωρίους, Ἰνδίους καλουμένους, ἐπὶ τοὺς εἰσβάλλοντας μαχομένους ἰδεῖν, ἄλλοι τε καὶ οἱ παῖδες τούτοις τοῖς έργοις ἥδοντο. ὅμως δέ, τί δυναίμεθα ἂν περὶ τῶν νῦν Ἰνδίων λέγειν;

νεωστὶ ἄγγελμα ὁ τῆς Μοντάνης ἄρχων, ὁ Στέφανος Βοῦλλωκ, ἤγγειλεν, ὁ γὰρ Ἰὼς Κόραξ, καλούμενος “Μεγάλη Ὄρνις“ ὑπὸ τῶν Ἰνδίων καὶ ἑκατὸν καὶ δύο ἔτη γεγονώς, ἀπέθανε νεωστὶ ἐν τῇ Μοντάνῃ. οὗτος ὁ ἀνὴρ “Ἄρχων Πολέμου“ ἐγένετο, τοῦτο δὲ τὸ ὄνομά ἐστιν ᾧ οἱ Ἴνδιοι τούτους καλοῦσιν οἵτινες ἂν ἄριστοι στρατιῶται γίγνωνται.

ἆρα τί ἴσμεν περὶ τοῦ τούτου τοῦ ἀνδρὸς βίου; τοῦ Ἰ. Κόρακος ἔτι νεανίου ὄντος ἤρξατο ὁ Δεύτερος Παγκόσμιος Πόλεμος, ὁ δὲ νεανίας, ἐν ἐκείνῳ τῷ χρόνῳ μαθητὴς γενομένος ἐν τῷ πανεπιστημίῳ (Ἀνθρωπολογίαν ἐμάνθανεν), τὸ μὲν πανεπιστήμιον ἑκὼν κατέλιπεν καίπερ τὴν μάθησιν οὐκέτι τελευτήσας, ἐν δὲ τῇ Εὐρώπῃ ἐμαχέσατο, οὗ ἄριστα ἤκουσε τῆς ἀρετῆς καὶ τῆς ἀριστείας ἕνεκα ἣν πάντες οἱ συμμαχόμενοι εἶδον· ἔπειτα δέ, ἐς τὰς ΗΑΠ ἐπανελθών, τὴν μάθησιν ἐν τῷ πανεπιστημίῳ ἐτελεύτησεν.

τῷ 2009ῳ ἔτει ἐδέξατο παρὰ τοῦ Προέδρου Ὀβάμα τὸ τῆς Τιμῆς Ἆθλον, μέγιστον ὂν ἆθλον ὃ ἔξεστι ἐν ταῖς ΗΑΠ δέχεσθαι, ὁ δὲ τῆς Μοντάνης ἄρχων εἶπεν ὅτι οὗτος ὁ ἀνὴρ παράδειγμα γένοιτο τοῖς νεανίαις.


 Από το πολύ καλό  akwna

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου