Σελίδες

Κυριακή 11 Σεπτεμβρίου 2016

ΝΕΑ ΣΤΑ ΑΡΧΑΙΑ

Τὸ Ἰρᾶν καὶ ἡ Σαυδικὴ Ἀραβία ἁμιλλῶνται
8 Σεπτεμβρίου 2016

Picture
Τὸ Ἱρᾶν καὶ ἡ Σαυδικὴ Ἀραβία ἅμιλλαν (διὰ λόγων) ποιοῦνται· πάντες μὲν ἴσμεν ὅτι ὡς ἐπὶ τὸ πολὺ αὗται αἱ δύο χῶραι ἀεὶ πρὸς ἀλλήλας ὑβριστικοὺς λόγους ῥίπτουσιν, νῦν δὲ ἡ ἐφορμή, καίπερ μόνον ἀπὸ στόματος οὖσα, καθ' ἡμέραν αὐξάνεται· τήμερον, παραδείγματος ἕνεκα, ὁ τοῦ Ἰρᾶν πρόεδρος τὰς ἄλλας Μουσουλμάνας χώρας ᾔτησε τὴν Σαυδικὴν Ἀραβίαν κολάζειν.

ἡ δὲ αἰτία, τίς ἐστιν; ἡ ἐνιαύσιος πορεία ἡ τῶν Μουσουλμάνων πρὸς τὴν Μέκκαν, ἱερώτατον τῷ Ἰσλᾶμ τόπον, ἐν τῇ Σαυδικῇ Ἀραβίᾳ κείμενον. αἱ δύο χῶραι οὐχ ὁμολογοῦσι περὶ τούτου, ὅπως δεῖ τοὺς Μουσουλμάνους ἐκ τοῦ Ἰρᾶν ἀφικομένους τῆς ἐνιαυσίου συλλογῆς μετέχειν.

αὕτη ἡ πορεία ἀεὶ χαλεπωτάτη ἐγένετο τοῖς Ἰρανίοις, οὐ μόνον ἡ πορεία ἀλλὰ καὶ ἡ συλλογὴ αὐτή, οἱ μὲν γὰρ πλεῖστοι τῶν της Σαυδικῆς Ἀραβίας πολιτῶν τυγχάνουσι σουνίται ὄντες, οἱ δὲ πλεῖστοι τῶν τοῦ Ἱρᾶν πολιτῶν σιίται, ἡ δὲ φιλία πρὸς ἀλλήλους οὔκ ἐστιν, ὡς ἔπος εἰπεῖν, βελτίστη. 
ὅμως δὲ οὐδεὶς φοβεῖται μὴ πόλεμος ἀπὸ τούτου γένηται. 


AKWN

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου